Λόγος πρῶτος
Σήμερον ἀγγελικῇ παρατάξει ὑμνῳδίαι φαιδρύνονται, καὶ τὸ φέγγος τῆς τοῦ Χριστοῦ παρουσίας τοῖς πιστοῖς καταλάμπεται.Σήμερον τὸ ἱλαρὸν ἡμῖν ἔαρ, Χριστὸς ὁ τῆς δικαιοσύνης ἥλιος φαιδρῷ τῷ φωτὶ ἡμᾶς περιέλαμψε, καὶ τὰς τῶν πιστῶν ἐννοίας ἐφώτισε.
Σήμερον ὁ Ἀδὰμ ἀνακεκαίνισται, καὶ χορεύει μετ' ἀγγέλων εἰς οὐρανὸν ἀνιπτάμενος.
Σήμερον σύμπασα τῆς οἰκουμένης γαῖα χαρὰν περιεβάλετο, ἐπειδὴ τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις εἰς ἀνθρώπους γέγονε.
Σήμερον ἡ θεία χάρις, τῶν ἀοράτων ἡ ἐλπὶς διαλάμπει τὰ ὑπὲρ ἔννοιαν θαύματα, τὸ ἀπ' αἰῶνος ἀποκεκρυμμένον μυστήριον ἐμφανῶς ἡμῖν κατοπτεύουσα.
Σήμερον ἀρετῆς ἀεννάου στέμματα πλέκονται.
Σήμερον τὰς ἱερὰς τῶν φιληκόων καὶ φιλεορτῶν κεφαλὰς καταστέψαι βουλόμενος ὁ Θεὸς, τοὺς ἐραστὰς τῆς ἀκλινοῦς πίστεως, ὡς κλητοὺς καὶ κληρονόμους κέκληκεν·
καὶ ἡ ἄνω βασιλεία σπουδάζει καλοῦσα τοὺς οὐρανόφρονας, συνάψαι τῇ θείᾳ λειτουργίᾳ τῶν ἀσωμάτων χορῶν.
Σήμερον τὸ τοῦ ∆αβὶδ πεπλήρωται λόγιον, τὸ λέγον·
Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ.
Χαρήσονται τὰ πεδία, καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται.
Καὶ ὁ μὲν ∆αβὶδ ξύλα ἔλεγεν, ὁ δὲ τοῦ Κυρίου πρόδρομος, δένδρα ποιοῦντα καρποὺς ἀξίους τῆς μετανοίας, μᾶλλον δὲ τῆς τοῦ Κυρίου παρουσίας ἐκάλεσεν.
Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν χαρὰν τὴν ἀένναον πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπηγγείλατο.
Φησὶ γάρ·
Ὄψομαι ὑμᾶς, καὶ χαρήσεσθε·
καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ' ὑμῶν.
Σήμερον τὸ περιβόητον, καὶ ἄφραστον μυστήριον τῶν τὴν ἐλπίδα εἰς Χριστὸν ἐκουσίως ἐπεσφραγισμένων Χριστιανῶν ἐμφανῶς ἡμῖν καταγγέλλεται.
Σήμερον Γαβριὴλ, ὁ τῷ Θεῷ παριστάμενος, πρὸς τὴν Παρθένον ἁγνὴν παραγίνεται, τὸ,
Χαῖρε κεχαριτωμένη, αὐτῇ εὐαγγελιζόμενος.
Ἡ δὲ διελογίζετο, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος·
ὁ δὲ ἄγγελος εὐθέως ὑπήγαγεν λέγων·
Ὁ Κύριος μετὰ σοῦ, μὴ φοβοῦ, Μαριάμ·
εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ·
διὸ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν·
καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται.
Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον·
Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
ἆρα μένω ἔτι παρθένος;
ἆρα μὴ τῆς παρθενίας ἡ ἀξία προδίδοται;
Ταῦτα διαποροῦσαν τὴν ἁγίαν Παρθένον, συντόμως ὁ ἄγγελος προφέρει τοῦ λόγου τὸ κεφάλαιον, λέγων·
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.
∆ιὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.
Ὃ γάρ ἐστι, τοῦτο καὶ πάντως κληθήσεται.
Πρεπόντως ἄρα τὴν ἁγίαν Μαριὰμ ἐκ πασῶν γενεῶν μόνην ἡ χάρις ἐκλέλεκται.
Σοφὴ γὰρ ὄντως κατὰ πάντα ἐτύγχανεν·
οὐκ ὁμοία αὐτῇ ἐκ πασῶν γενεῶν τις γέγονεν πώποτε.
Οὐχ ὡς ἡ πρώην παρθένος Εὔα μόνη ἐν παραδείσῳ χορεύουσα, χαύνῃ τῇ διανοίᾳ, ἀπεριέργως παρὰ τοῦ ἀρχεκάκου ὄφεως τὸν λόγον ἐδέξατο,
καὶ οὕτως ἐφθάρη τὸ τῆς διανοίας φρόνημα·
καὶ δι' αὐτῆς ὁ δόλιος τὸν ἰὸν ἐκχέας, καὶ τὸν θάνατον συγκεράσας, εἰς πάντα τὸν κόσμον εἰσήγαγεν·
καὶ διὰ τοῦτο πᾶς ὁ μόχθος τῶν ἁγίων ἐγένετο·
ἀλλ' ἐν μόνῃ τῇ ἁγίᾳ Παρθένῳ, τὸ ἐκείνης πταῖσμα ἀνασέσωσται.
Καὶ οὐ πρότερον ἡ ἁγία τὸ δῶρον ἐκαρτέρησεν ὑποδέξασθαι, πρὶν ἂν μάθῃ τίς ὁ πέμπων, καὶ τί τὸ δῶρον, καὶ τίς ὁ φέρων.
Ταῦτα καθ' ἑαυτὴν διηπόρει ἡ ἁγία λέγουσα, φησὶ, πρὸς τὸν ἄγγελον·
Πόθεν ἡμῖν οὕτως τὴν εὐλογίαν ἐξεκόμισας;
Ἐκ ποίων ἡμῖν θησαυρῶν ὁ μαργαρίτης τοῦ λόγου ἀπέσταλται;
Πόθεν ἡμῖν ἡ δωρεὰ τὴν ὑπόθεσιν κέκτηται.
Ἐξ οὐρανοῦ παραγέγονας, ἀλλ' ἐπὶ γῆς βαδίζεις·
ἀνθρώπου χαρακτῆρα ἐπιδεικνύεις, καὶ λαμπάδα φωτὸς ἀπαστράπτεις.
Ταῦτα ἐν ἑαυτῇ ἡ ἁγία διενοεῖτο, τοιούτοις δὲ λόγοις ὁ ἀρχάγγελος τὴν διάκρισιν αὐτῆς ἔλυσεν, εἰπὼν πρὸς αὐτήν·
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.
∆ιὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.
Καὶ μὴ φοβοῦ, Μαριάμ·
οὐ γὰρ φόβῳ καταπλῆξαί σε παραγέγονα,
ἀλλ' ἀποδιῶξαι τοῦ φόβου τὴν ὑπόθεσιν.
Μὴ φόβου, Μαριάμ·
εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.
Τὴν χάριν κατὰ φύσιν μὴ ἀνάκρινε.
Νόμοις γὰρ φύσεως, ἡ χάρις ὑποβαίνειν οὐκ ἀνέχεται.
Ἔγνως, ὦ Μαριὰμ, τὰ τοὺς πατριάρχας καὶ προφήτας λανθάνοντα.
Μεμάθηκας, ὦ Παρθένε, ἃ μέχρι τοῦ νῦν κεκρυμμένα καὶ τοῖς ἀγγέλοις ἐτύγχανον.
Ἀκήκοας, ὦ παναγία, ὧν οὐδέπω ὁ χορὸς τῶν θεοφόρων ἠξίωται.
Μωϋσῆς καὶ ∆αβὶδ, καὶ Ἡσαΐας, καὶ ∆ανιὴλ, καὶ πάντες οἱ προφῆται περὶ αὐτοῦ προεκήρυξαν·
ἀλλὰ τὸ πῶς, οὐκ ἐπίσταντο.
Σὺ δὲ μόνη, ὦ παναγία Παρθένε, τὰ τούτοις ἅπασιν ἀγνοηθέντα μυστήρια, νῦν ὑποδέχῃ, καὶ μανθάνεις τὸ πόθεν.
Ὅπου γὰρ Πνεῦμα ἅγιον, πάντα ἑτοίμως κατήρτισται.
Ὅπου θεία χάρις, πάντα τῷ Θεῷ δυνατά.
Ἅγιον Πνεῦμα ἐπὶ σὲ ἐπελεύσεται,
καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι·
διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.
Εἰ δὲ Υἱὸς Θεοῦ, καὶ Θεὸς, σύμμορφος τῷ Πατρὶ, καὶ συναΐδιος, ἐν ᾧ πᾶσαν κέκτηται ὁ Πατὴρ τὴν φανέρωσιν·
ὁ χαρακτὴρ ἐν τῷ προσώπῳ, καὶ διὰ τοῦ ἀπαυγάσματος ἡ δόξα καταλάμπεται.
Καὶ ὥσπερ ἐκ τῆς ἀεννάου πηγῆς οἱ ποταμοὶ προέρχονται·
οὕτως καὶ ἐκ ταύτης τῆς ἀεννάου καὶ ἀειζώου πηγῆς, προέρχεται τὸ φῶς τοῦ κόσμου, τὸ ἀένναον καὶ ἀληθινὸν, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Περὶ ταύτης γὰρ οἱ προφῆται κεκράγασιν·
Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ·
οὐ μίαν δὲ πόλιν, ἀλλὰ πάσας·
ὥσπερ γὰρ μίαν πόλιν, εὐφραίνει τὴν οἰκουμένην ἅπασαν.
Πρεπόντως τοίνυν ὁ ἄγγελος τῇ ἁγίᾳ Μαρίᾳ Παρθένῳ πρώτῃ πάντων, τό·
Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, προεσήμανεν·
ἐπειδὴ μετ' αὐτῆς ὅλος ὁ θησαυρὸς τῆς χάριτος ἐναπέκειτο.
Ἐκ πασῶν γὰρ γενεῶν αὕτη μόνη παρθένος ἁγία σώματι καὶ πνεύματι γέγονεν·
καὶ μόνη φέρει τὸν τὰ πάντα τῷ ῥήματι φέροντα.
Καὶ οὐ μόνον θαυμάζειν ἔστιν τὸ τῆς ἁγίας τὸ ἐν σώματι κάλλος·
ἀλλὰ καὶ τῆς ψυχῆς τὸν ἐνάρετον τρόπον.
∆ιὸ καὶ τό·
Χαῖρε, κεχαριτωμένη, αὐτῇ πρώτῃ ὁ ἀρχάγγελος προσεφώνησεν·
Ὁ Κύριος μετὰ σοῦ, καὶ οὐ γήϊνος νυμφίος·
ἀλλ' αὐτὸς ὁ τοῦ ἁγιασμοῦ Κύριος, ὁ τῆς ἁγνείας πατὴρ, ὁ τῆς ἀφθαρσίας κτίστης, καὶ τῆς ἐλευθερίας δοτὴρ, ὁ τῆς σωτηρίας κηδεμὼν, καὶ τῆς ἀληθοῦς εἰρήνης ταμίας χορηγὸς, ὁ ἐκ τῆς Παρθένου γῆς πλάσας τὸν ἄνθρωπον, καὶ ἐκ τῆς ἐκείνου πλευρᾶς τὴν Εὔαν προσλαβόμενος ·
οὗτος ὁ Κύριος μετὰ σοῦ, καὶ πάλιν ἐκ σοῦ.
∆εῦρο τοίνυν, ἀγαπητοὶ, καὶ ἡμεῖς τῷ ἀγγελικῷ αἴνῳ συνεπόμενοι, τὴν κατὰ δύναμιν ὀφειλὴν εὐγνωμόνως ἀποτίσωμεν, λέγοντες·
Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ·
Σὸν γὰρ τὸ χαίρειν ἀληθῶς·
ἐπειδὴ μετὰ σοῦ ἡ θεία χάρις, ὡς οἶδεν, ἐσκήνωσεν·
μετὰ τῆς δούλης, ὁ Βασιλεὺς τῆς δόξης·
μετὰ τῆς ὡραίας, ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·
μετὰ τῆς ἀμιάντου, ὁ ἁγιάζων τὰ σύμπαντα.
Μετὰ σοῦ ὁ Θεὸς, καὶ τέλειος ἄνθρωπος, ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος.
Χαῖρε, κεχαριτωμένη, ἡ πηγὴ τοῦ φωτὸς, τοῦ φωτίζοντος πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας.
Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἡλίου ἡ ἀνατολὴ, καὶ τὸ τῆς ζωῆς ἀμίαντον ἄνθος.
Χαῖρε, κεχαριτωμένη, ὁ λειμὼν τῆς εὐωδίας.
Χαῖρε, κεχαριτωμένη, ἡ ἄμπελος ἡ ἀειθαλὴς, ἡ εὐφραίνουσα τὰς ψυχὰς τῶν σὲ δοξαζόντων.
Χαῖρε, κεχαριτωμένη, ἡ ἀγεώργητος καλλίκαρπος ἄρουρα.
Κατὰ φύσιν μὲν, διὰ τὸ καθ' ἡμᾶς, καὶ διὰ τὸν χρόνον τῆς κυήσεως·
παρὰ φύσιν δὲ, μᾶλλον δὲ ὑπὲρ φύσιν, διὰ τὸν ἄνωθεν ἐνδημήσαντα Θεὸν Λόγον, καὶ ἐν τῇ ἁγίᾳ σου γαστρὶ τὸν Ἀδὰμ ἀναπλάσαντα, καὶ τὸ μὲν γόνιμον, τῇ ἁγίᾳ Παρθένῳ παρέσχεν τὸ ἅγιον Πνεῦμα·
ἡ δὲ ἀλήθεια τοῦ σώματος προσελήφθη ἐκ τοῦ σώματος αὐτῆς.
Καὶ ὥσπερ ὁ μαργαρίτης ἐκ τῶν δύο φύσεων, ἐξ ἀστραπῆς καὶ ὕδατος, ἐκ τῶν ἀδήλων σημείων τῆς θαλάσσης προέρχεται·
οὕτως καὶ ὁ ∆εσπότης ἡμῶν Ἰησοῦς ὁ Χριστὸς,
ἀσυγχύτως καὶ ἀτρέπτως,
ἐκ τῆς καθαρᾶς καὶ ἁγνῆς, καὶ ἀμιάντου, καὶ ἁγίας Παρθένου Μαρίας προέρχεται,
ἐν θεότητι τέλειος, καὶ ἐν ἀνθρωπότητι τέλειος,
κατὰ πάντα ὅμοιος τῷ Πατρὶ,
καὶ ὁμοούσιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας.
Πλεῖστοι τῶν ἁγίων Πατέρων, καὶ πατριαρχῶν,
καὶ προφητῶν, ἐπεθύμησαν ἰδεῖν, καὶ αὐτόπται γενέσθαι.
καὶ οὐ γεγόνασιν.
Καὶ οἱ μὲν αὐτῶν, διὰ ὁράσεις αὐτὸν τυπικῶς ἐν αἰνίγμασιν ἐθεάσαντο·
οἱ δὲ ἐν στόλῳ νεφέλης θείας φωνῆς ἐν ἀκροάσει γεγόνασιν, καὶ ἁγίων ἀγγέλων συνέτυχον ὀπτασίαις·
πρὸς Μαριὰμ δὲ Παρθένον μόνην τὴν ἁγίαν,
Γαβριὴλ ὁ ἀρχάγγελος φωτιστικῶς παρεγένετο, τὸ,
Χαῖρε, κεχαριτωμένη, αὐτῇ εὐαγγελιζόμενος·
καὶ οὕτως τὸν Λόγον ἐδέξατο,
καὶ ἐν τῷ καιρῷ τῆς σωματικῆς συμπληρώσεως,
τὸν πολύτιμον μαργαρίτην προήνεγκεν.
∆εῦτε τοίνυν καὶ ὑμεῖς, ὦ ἀγαπητοὶ,
τὰ ἐκ τῆς τοῦ ∆αβὶδ θεοπνεύστου κιθάρας,
ἠμῖν δεδειγμένα μελῳδήσωμεν, λέγοντες·
Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου·
σὺ, καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.
Κιβωτὸς γὰρ ἀληθῶς, ἡ ἁγία Παρθένος,
ἔσωθεν καὶ ἔξωθεν κεχρυσωμένη,
ἡ ὅλον τὸν θησαυρὸν δεξαμένη τοῦ ἁγιάσματος.
Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου.
Ἀνάστηθι, Κύριε, ἐκ τῶν κόλπων τοῦ Πατρὸς,
ἵνα ἐξαναστήσῃς τὸ πεπτωκὸς γένος τοῦ πρωτοπλάστου.
Ταῦτα πρεσβεύων ὁ ∆αβὶδ πρὸς τὴν ἐξ αὐτοῦ μέλλουσαν βλαστάνειν ῥάβδον τὸ καλλίκαρπον ἐκεῖνο ἄνθος, προφητεύων ἔλεγεν·
Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου·
καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου·
ὅτι αὐτός ἐστιν Κύριος ὁ Θεός σου,
καὶ προσκυνήσουσιν αὐτῷ.
Ἄκουσον, θύγατερ, τὰ περὶ σοῦ προφητευόμενα·
ἵνα καὶ τοῖς γνώσεως ὀφθαλμοῖς θεωρήσῃς τὰ πράγματα.
Ἄκουσον ἐμοῦ σοι προμηνύοντος, καὶ τοῦ ἀρχαγγέλου σοι τὰ ἐντελῆ σοι μυστήρια διαῤῥήδην ἀναγγέλλοντος.
∆εῦτε τοίνυν, ἀγαπητοὶ, καὶ ἡμεῖς ἐπὶ τὴν τῶν προλαβόντων μνήμην ἀναδραμόντες, τὴν ἐξ Ἰεσσαὶ ῥάβδον ὑπερφυῶς οὕτως βλαστήσασαν δοξάσωμεν, ἀνυμνήσωμεν, μακαρίσωμεν, εὐφημίσωμεν.
Οὐ γὰρ μόνῳ τῷ Ἰωσὴφ, ἀλλὰ καὶ τῇ θεοτόκῳ Μαρίᾳ προμαρτυρῶν ὁ Λουκᾶς, ἐν τοῖς θείοις Εὐαγγελίοις, ἱστορεῖ πρὸς αὐτὴν τὴν τοῦ ∆αβὶδ οἰκειότητα·
Ἀνέβη γὰρ ὁ Ἰωσήφ, φησὶν, ἀπὸ τῆς Γαλιλαίας εἰς πόλιν τῆς Ἰουδαίας, ἥτις καλεῖται Βηθλεὲμ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ, διὰ τὸ εἶναι αὐτοὺς ἐξ οἴκου καὶ πατριᾶς ∆αβίδ.
Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκεν τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον πάσης τῆς κτίσεως·
καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
Ἐσπαργάνωσεν τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον.
Ἐσπαργάνωσεν τὸν πᾶσαν κτίσιν δημιουργήσαντα.
Ἀνέκλινεν ἐν φάτνῃ, τὸν ὑπὲρ χερουβὶμ καθήμενον,
καὶ ὑπὸ μυριάδων ἀγγέλων ἀνυμνούμενον.
Ἐν τῇ τῶν ἀλόγων φάτνῃ ἀνεπαύσατο ὁ τοῦ Θεοῦ Λόγος, ἵνα τοῖς ὄντως ἀλόγοις ἀνθρωπίνοις, κατὰ προαίρεσιν, λογικῆς με ταδώσῃ αἰσθήσεως.
Ἐν τῇ τραπέζῃ τῶν κτηνῶν προετέθη ὁ οὐράνιος ἄρτος, ἵνα τοῖς κτηνώδεσιν τοῖς ἀνθρωπίνοις μυστικῆς βρώσεως χορηγήσῃ μετάληψιν.
Καὶ οὐδὲ τόπος ἦν αὐτοῖς ἐν τῷ καταλύματι.
Τόπον οὐκ εἶχεν, ὁ οὐρανὸν καὶ τὴν γῆν τῷ λόγῳ κατασκευάσας·
ἐπειδὴ, πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ταπείνωσιν ἄκραν ἑλόμενος, διὰ τὴν σωτηρίαν τῆς ἡμετέρας φύσεως, τῆς ἐμφύτου αὐτοῦ πρὸς ἡμᾶς ἀγαθότητος.
Ὁ ἀποῤῥήτων μυστηρίω τῆς οἰκονομίας πληρώσας πᾶσαν δικαιοσύνην ἐν οὐρανῷ ἐν κόλπῳ τοῦ Πατρὸς, καὶ ἐν σπηλαίῳ ἐν ἀγκάλαις μητρὸς, ἀνεπαύσατο ἐν τῇ φάτνῃ.
Ἀγγελικαὶ χορεῖαι περιεκύκλωσαν αὐτὸν, ἐν οὐρανῷ δοξολογίαν, καὶ ἐπὶ γῆς εἰρήνην καταμη νύοντες.
Ἐν οὐρανῷ ἐκ δεξιῶν τοῦ Πατρὸς ἐκαθέζετο·
καὶ ἐν τῇ φάτνῃ ὡς ἐπὶ τῶν χερουβὶμ ἀνεπαύσατο.
Θρόνος ἀληθῶς καὶ οὗτος χερουβικός·
θρόνος βασιλικός·
Ἅγιος ἁγίων, ἔνδοξος μόνος ἐπὶ τῆς γῆς,
τῶν ἁγίων ἁγιώτερος·
ἐν ᾧ ἀνεπαύσατο Χριστὸς ὁ Θεὸς ἠμῶν.
ᾯ ἡ δόξα, τιμὴ, καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ ἀχράντῳ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Λόγος δεύτερος
Ἑορτὰς μὲν ἁπάσας καὶ ὑμνῳδίας, δέον ἡμᾶς θυσιῶν δίκην προσφέρειν τῷ Θεῷ·πρώτην δὲ πάντων, τὸν Εὐαγγελισμὸν τῆς ἁγίας Θεοτόκου, τὸ, Χαῖρε, κεχαριτωμένη, τὸν παρὰ τοῦ ἀγγέλου πρὸς αὐτὴν γεγονότα·
ἐπειδὴ καὶ πρώτη πάσης σοφίας καὶ σωτηρίου διδασκαλίας ἐπὶ τῆς νέας διαθήκης, τὸ Χαῖρε κεχαριτωμένη, παρὰ τοῦ Πατρὸς τῶν φώτων ἡμῖν ἀπεστάλη.
Κεχαριτωμένη δὲ εἰπὼν, πᾶσαν τὴν φύσιν τῶν ἀνθρώπων συμπεριέλαβεν.
Χαῖρε, κεχαριτωμένη, ἐπὶ τῇ ἁγίᾳ συλλήψει καὶ ἐπὶ τῇ ἐνδόξῳ κυήσει Εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην,
ἥτις ἔσται παντὶ τῷ λαῷ.
Πάλιν ἐπὶ τὸ σωτήριον πάθος ὁ Κύριος ἐρχόμενος, ἔλεγεν·
Ὄψομαι ὑμᾶς, καὶ χαρίσεσθε, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἱρεῖ ἀφ' ὑμῶν.
Καὶ μετὰ τὸ ἀναστῆναι, πάλιν διὰ τῶν ἁγίων γυναικῶν, πρῶτον τὸ χαῖρε ἡμῖν εὐαγγελίζεται.
Πάλιν παραπλήσια τούτοις ὁ Ἀπόστολος κέκραγεν·
Πάντοτε, λέγων, χαίρετε·
ἀδιαλείπτως προσεύχεσθε·
ἐν παντὶ εὐχαριστεῖτε.
Ὁρᾶτε τοίνυν, ὦ ἀγαπητοὶ,
πῶς τὴν ὑπὲρ ἔννοιαν καὶ ἀένναον χαρὰν,
ἀδιαιρέτως πανταχοῦ ἡμῖν ὁ Κύριος ἐδωρήσατο.
Ἐπειδὴ γὰρ ἡ ἁγία Μαρία ἐν σαρκὶ οὖσα,
τὴν ἄφθαρτον πολιτείαν ἐκέκτητο, ἀρεταῖς τε παντοίαις πολιτευσαμένη, καὶ βιώσασα κρεῖττον ἢ κατὰ ἄνθρωπον·
διὰ τοῦτο, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος σάρκα ἀναλαβεῖν,
καὶ τέλειον ἀνθρώπινον ἐξ αὐτῆς κατηξίωσεν·
ἴνα δι' ἧς σαρκὸς ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν,
καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, διὰ τῆς αὐτῆς σαρκὸς κατακριθῇ ἡ ἁμαρτία ἐν τῇ σαρκὶ,
καὶ νικηθῇ ὁ τῆς ἁμαρτίας πειραστὴς,
ἐν τῇ ταφῇ τοῦ ἁγίου σώματος·
καὶ ἀρχὴ ἀναστάσεως ἅμα ἀποδεχθῇ,
καὶ ζωὴ αἰώνιος ἐν κόσμῳ πολιτευθῇ,
καὶ Θεοῦ Πατρὸς ἀνθρώποις γένηται κοινωνία.
Καὶ τί εἴπωμεν, ἢ τί παραλείπωμεν;
ἢ τίς ἐξηγήσεται τοῦ μυστηρίου τὸ ἀκατάληπτον;
Ἀλλὰ νῦν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
Πρὸς Παρθένον ἁγνὴν Γαβριὴλ ἀπέσταλται·
ὁ ἀσώματος πρὸς τὴν ἐν σώματι μετελθοῦσαν τὴν πολιτείαν τὴν ἄφθαρτον, ἐν ἁγνείᾳ, καὶ ἐν αὐτὴν, πρῶτον τὸ,
Χαῖρε, ἀρεταῖς βιώσασαν.
Καὶ ἐλθὼν πρὸς κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, αὐτῇ εὐαγγελίζεται οὕτως·
Χαῖρε, κεχαριτωμένη.
Σὺ γὰρ τὰ τῆς ὄντως χαρᾶς πράττεις ἄξια·
ἐπειδὴ σὺ τὸν ἄσπιλον χιτῶνα ἐνδέδυσαι,
καὶ τὴν ζώνην τῆς σωφροσύνης περίκεισαι.
Χαῖρε, κεχαριτωμένη,
δοχεῖον τῆς ἐπουρανίου εὐφροσύνης τυγχάνουσα.
Χαῖρε, κεχαριτωμένη·
διὰ σοῦ γὰρ ἡ χαρὰ πάσῃ τῇ κτίσει βραβεύεται, καὶ τὸ γένος τῶν ἀνθρώπων ἀπολαμβάνει τὸ ἀρχαῖον ἀξίωμα.
Χαῖρε, κεχαριτωμένη·
ὅτι ἐν ταῖς ἀγκάλαις σου ὁ κτίστης τῶν ἁπάντων μέλλει βαστάσεσθαι.
Ἡ δὲ ἐπὶ τῷ λόγῳ τούτῳ διεταράχθη·
ἀήθης γὰρ πρὸς πάσας τὰς διαλέξεις τῶν ἀνθρώπων ἐτύγχανεν·
καὶ τὴν ἡσυχίαν, ὡς μητέρα σωφροσύνης καὶ ἁγνείας, ἠσπάζετο, καθαρὸν ὑπάρχουσα, καὶ ἀκέραιον, καὶ ἀμόλυντον ἄγαλμα, αὕτη τὴν ἀγγελικὴν ὄψιν οὐκ ἐδειλίασεν, ὡς οἱ πλείονες τῶν προφητῶν·
ἐπειδὴ καὶ παρθενία ἀληθὴς πρὸς ἀγγέλους συγγένεια τυγχάνει, καὶ ἰσομοιρία.
Ἐπιμελῶς γὰρ ἡ ἁγία Παρθένος τὴν λαμπάδα τῆς παρθενίας φυλάττουσα, καὶ πολλὴν τοῦ μὴ σβεσθῆναι, ἢ σπιλωθῆναι, πρόνοιαν εἶχε.
Καὶ καθάπερ ἄν τις λαμπρὰν στολὴν περιβεβλημένος, πολὺν ποιεῖται λόγον, μή τις μολυσμὸς, ἢ ῥύπος πόθεν προσγένηται·
οὕτως ἡ ἁγία Μαρία ἐν ἑαυτῇ διενοεῖτο, καὶ ἔλεγεν·
Μή τινα ἆρα κατασκευὴν ἢ θωπείαν ἡ θεραπεία κέκτηται;
Μὴ τὸ χαῖρε τοῦτο λύπης αἴτιον μοι γενήσεται, καθὼς πάλαι τῇ προμήτορι Εὔᾳ ἡ ὀφεοδαίμονος συνέργητος παραδοχὴ τῆς χρηστολόγου ὑποσχέσεως τῆς θεώσεως;
Μὴ πάλιν εἰς ἄγγελον φωτὸς μετασχηματισθεὶς ὁ ἀρχέκακος δαίμων, καὶ τῷ ἐμῷ μνήστορι φθονῶν τῆς ἄγαν σωφροσύνης, καὶ τούτῳ προβαλὼν δι' ὁμιλίας τάχα χρηστῆς, καὶ μὴ ἰσχύσας ὡς στεῤῥὸν νοῦν, τὸν ἄνδρα ἀπατῆσαι, ἐμοὶ προσῆλθεν ὡς ἁπαλωτέρᾳ κεκοσμημένῃ τῇ διανοίᾳ, καὶ τὸ χαῖρε ἐπιφωνεῖ τὸ ἐς ὕστερον ἄχαρι;
Μὴ ἄρα ὁ μακαρισμὸς καὶ ἀσπασμὸς ἐν εἰρωνείᾳ· γέγονε;
Μή τις ἰὸς ἐν τῷ μέλιτι κέκρυπται;
Μὴ λόγος μὲν εὐαγγελιζομένου, σκοπὸς δὲ συλοῦντος;
Ἣν γὰρ οὐκ οἶδεν αὐτὸς, πόθεν ἀσπάσεται;
Ταῦτα ἐν ἑαυτῇ διηπόρει, καὶ ἔλεγεν.
Τότε πάλιν ὁ ἀρχάγγελος προσφωνεῖ αὐτῇ χαρὰν τοῖς πᾶσι πιστὴν, καὶ ἀδιαίρετον, προμηνύων καὶ λέγων αὐτῇ·
Μὴ φοβοῦ, Μαριὰμ, εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.
Ἔχεις σύντομον τὴν τῶν ῥηθέντων ἀπόδειξιν.
Οὐ μόνον γάρ σοι, τὸ μηθὲν φοβεῖσθαι,
ἀλλὰ καὶ τῆς ἀφοβίας τὸν τρόπον αἰνίττομαι.
∆ι' ἐμοῦ γὰρ πᾶσαι αἱ οὐράνιαι δυνάμεις,
σὲ τὴν ἁγίαν Παρθένον ἀσπάζονται·
αὐτὸς δὲ μᾶλλον ὁ κυριεύων πασῶν τῶν οὐρανίων δυνάμεων, ἀπὸ πάσης τῆς κτίσεως, σὲ τὴν ἁγίαν καὶ παγκόσμιον ἐκλέλεκται·
καὶ διὰ τῆς ἁγίας καὶ ἁγνῆς, καὶ καθαρᾶς, καὶ ἀμιάντου σου γαστρὸς, ὁ φωτιστικὸς μαργαρίτης προέρχεται εἰς σωτηρίαν πάσης τῆς οἰκουμένης·
ἐπειδὴ πάσης ἀνθρωπίνης φύσεως, καὶ σὺ ἡ ἁγία, ἐνδοξοτέρα, καὶ καθαρωτέρα, καὶ ὁσιωτέρα γεγέννησαι·
λαμπροτέραν μὲν ὑπὲρ χιόνα ἔχουσα τὴν διάνοιαν,
παντὸς δὲ χρυσίου δοκιμωτέρου κεκαθαρμένον τὸ σῶμα·
γαστέρα δὲ, οἵαν ὁ Ἰεζεκιὴλ ἐθεάσατο, καὶ ποίαν δὲ ἱστόρησεν, τοιάδε λέγων·
Ὁμοίωμα ζώων ὑπὲρ κεφαλῆς, ὡσεὶ στερέωμα, καὶ ὡς ὅρασις κρυστάλλου φοβεροῦ, καὶ ὁμοίωμα θρόνου ἐπ' αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου·
καὶ ἐπάνω τοῦ θρόνου, ὡς ὁμοίωμα ἀνθρώπου, καὶ ὡς ὅρασις ἠλέκτρου·
καὶ ἔσωθεν αὐτοῦ, ὡς ὅρασις πυρὸς, κύκλῳ.
Σαφῶς δὲ τὸν ἐκ τῆς ἁγίας Παρθένου τεχθέντα ὁ προφήτης τυπικῶς ἐθεάσατο·
ὃν σὺ, ἁγία Παρθένε, φέρειν οὐκ ἴσχυες, εἰ μὴ πάσης δόξης, καὶ ἀρετῆς κατὰ τὸν χρόνον ἐκεῖνον ἐξήστραπτες.
Ποίοις οὖν ἐγκωμίων ῥήμασι τὴν παρθενικὴν διαγράψωμεν ἀξίαν;
Ποίοις ἐπαίνων νεύμασι καὶ κηρύγμασι τὸν ἄσπιλον ἀνυμνήσωμεν χαρακτῆρα;
Ποίαις πνευματικαῖς ὑμνῳδίαις καὶ λέξεσι δοξάσωμεν τὴν ὑπερένδοξον ἐν ἀγγέλοις;
Αὕτη ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένη, ὡς κατάκαρπος ἐλαία, ἐν ᾗ τὸ Πνεῦμα τὸ ἅγιον ἐπεσκίασε·
δι' ἧς υἱοὺς καὶ κληρονόμους ἡμᾶς κέκληκεν τῆς τοῦ Χριστοῦ βασιλείας.
Αὕτη, ὁ ἀειθαλὴς τῆς ἀφθαρσίας παράδεισος·
ἐν ᾗ τὸ ζωοποιὸν ξύλον φυτευθὲν, τοῖς πᾶσιν χορηγεῖ ἀθανασίας καρπούς.
Αὕτη, παρθένων τὸ καύχημα, μητέρων τὸ ἀγαλλίαμα.
Αὕτη, πιστευόντων στήριγμα, καὶ εὐσεβῶν κατόρθωμα.
Αὕτη, φωτὸς ἔνδυμα, καὶ ἀρετῆς ἐφέστιον.
Αὕτη, πηγὴ ἀένναος, ἐν ᾗ τὸ ζωὸν ὕδωρ ἔβλυσε τὴν ἔνσαρκον τοῦ Κυρίου παρουσίαν.
Αὕτη, δικαιοσύνης ἐχύρωμα, καὶ ὅσοι ταύτης γεγόνασιν ἐρασταὶ, καὶ τῆς παρθενικῆς ἐρῶσι γνησιότητος καὶ καθαρότητος, τῆς ἀγγελικῆς ἀπολαύσονται χάριτος.
Ὅσοι τοῦ οἴνου τῆς μέθης, καὶ τῶν σικέρων ἀπέχονται τῆς ἡδυπαθείας, ἐκ τοῦ γεννήματος εὐφρανθήσονται τῆς ζωηφόρου φυτείας.
Ὅσοι τὴν λαμπάδα ἄσβεστον διετήρησαν τῆς παρθενίας, τὸν ἀμαράντινον στέφανον ἀναδήσονται τῆς ἀφθαρσίας.
Ὅσοι τὸν τῆς σωφροσύνης ἄσπιλον περιεποιήσαντο χιτῶνα, εἰς τὸν μυστικὸν τῆς δικαιοσύνης παραληφθήσονται νυμφῶνα.
Ὅσοι τοῦ ἀγγελικοῦ βαθμοῦ πλησιαίτεροι γεγόνασι, γνησιαίτερον τοῦ δεσποτι οῦ κατατρυφήσουσι μακαρισμοῦ.
Ὅσοι τὸ φωτιστικὸν ἔλαιον τῆς διανοίας, καὶ τὸ καθαρὸν τοῦ συνειδότος θυμίαμα κέκτηνται, τῆς εὐωδίας τῆς πνευματικῆς, καὶ τῆς υἱοθεσίας κληρονομήσουσι τὴν ἐπαγγελίαν.
Ὅσοι ἀξίως τὸν Εὐαγγελισμὸν ἑορτάζουσι τῆς θεοτόκου Παρθένου Μαρίας, γνησιαίτερον τῆς ἀγγελίας, τοῦ, Χαῖρε, κεχαριτωμένη, κομίζονται μισθαποδοσίαν.
∆εῖ οὖν ἡμᾶς τὴν ἑορτὴν ταύτην ἑορτάζειν, ἐπειδὴ χαρᾶς καὶ εὐφροσύνης πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσεν.
Ἑορτάζωμεν δὲ ἡμεῖς ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς.
Ἑόρταζεν ποτὲ καὶ Ἰσραὴλ, ἀλλ' ἐν ἀζύμοις, καὶ πικρίσι·
περὶ ὧν ὁ προφήτης λέγει·
Μεταστρέψω τὰς ἑορτὰς αὐτῶν εἰς λύπας, καὶ εἰς πένθος, καὶ τὴν χαρμονὴν αὐτῶν εἰς κατήφειαν.
Τὰς δὲ ἡμετέρας λύπας ὁ Κύριος ἡμῶν, διὰ τῶν καρπῶν τῆς μετανοίας, εἰς χαρὰν μεταστρέψαι διεβεβαιώσατο.
Εἶχεν μὲν καὶ ἡ πρώτη διαθήκη δικαιώματα λατρείας,
ὡς ἐπὶ τοῦ προπάτορος Ἀβραὰμ, ἀλλ' ἐν πόνοις σαρκίνης ἀλγηδόνος διὰ περιτομῆς, μέχρι χρόνων συμπληρώσεως.
Νόμος ἐκείνοις διὰ Μωϋσέως εἰς παιδείαν ἐδόθη·
ἡμῖν δὲ ἡ χάρις, καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ δεδώρηται.
Πάντων ἡμῖν τῶν ἀγαθῶν ἀρχὴ γέγονεν ὁ Εὐαγγελισμὸς τῆς κεχαριτωμένης Μαρίας, ἡ πολυύμνητος τοῦ Σωτῆρος οἰκονομία, ἡ ἔνθεος αὐτοῦ καὶ ὑπερκόσμιος διδασκαλία.
Ἐντεῦθεν ἡμῖν ἀνατέλλουσιν τοῦ νοεροῦ φωτὸς αἱ ἀκτῖνες.
Ἐντεῦθεν ἀναβρύουσιν ἡμῖν αἱ πηγαὶ τῆς σοφίας, καὶ τῆς ἀθανασίας, διειδῆ καὶ καθαρὰ ἐκχέουσαι τῆς εὐσεβείας τὰ νάματα.
Ἐντεῦθεν ἡμῖν ἀπαστράπτουσιν οἱ θησαυροὶ τῆς θεογνωσίας.
Ζωὴ γὰρ αὕτη ἐστὶν αἰώνιος, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν.
Καὶ πάλιν·
Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς εὑρήσετε ζωὴν αἰώνιον.
∆ιὰ τοῦτο γὰρ, τοῖς ἐρευνῶσι τὰ θεῖα λόγια ἀνακαλύπτεται ὁ θησαυρὸς τῆς τοῦ Θεοῦ γνώσεως.
Θησαυρὸν ἡμῖν ἥπλωσε σήμερον τῆς θεοπνεύστου Γραφῆς ὁ Παράκλητος.
Θησαυρὸς δὲ ἡμῖν ἔστω σοφίας, ἡ προφητικὴ γλῶσσα,
καὶ ἡ ἀποστολικὴ διδασκαλία·
οὐ γὰρ ἔστι χωρὶς νόμου καὶ προφητῶν, ἢ εὐαγγελιστῶν,
καὶ ἀποστόλων, ἔχειν τὴν ἀκριβῆ τῆς σωτηρίας ἐλπίδα.
∆ιὰ γὰρ τῆς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων γλώττης ὁ Κύριος ἡμῶν φθέγγεται, καὶ ταῖς τῶν ἁγίων φωναῖς ὁ Θεὸς ἐγκαλλωπίζεται, οὐ τῆς λέξεως χρῄζων, ἀλλὰ τῇ διαθέσει χαίρων, οὐδὲν ἐξ ἀνθρώπων καρπούμενος, ἀλλὰ τῇ εὐγνώμονι ψυχῇ τῶν δικαίων ἐπαναπαυόμενος.
Οὐ γὰρ ἐξ ὧν ἡμεῖς φθεγγόμεθα, Χριστὸς μεγαλύνεται,
ἀλλ' ἐξ ὧν εὐεργετούμεθα, τὴν εὐεργεσίαν εὐγνωμόνως κηρύττομεν·
οὐχ ἵνα τῆς ἀξίας ἐφικνώμεθα,
ἀλλ' ἵνα τὴν κατὰ δύναμιν ὀφειλὴν ἀποτίσωμεν.
Ὅταν δὲ ἀναγινώσκεται τὸ Εὐαγγέλιον, ἢ ἀποστολικὸν,
μὴ προσχῇς τῇ βίβλῳ, ἢ τῷ ἀναγινώσκοντι·
ἀλλὰ τῷ ἀπ' οὐρανοῦ φθεγγομένῳ Θεῷ.
Βίβλος μὲν γὰρ, τὸ ὁρώμενον·
Χριστὸς δὲ, τὸ θεολογούμενον·
εὐαγγελίζεται τοίνυν ἡμῖν τὴν πολυύμνητον τοῦ Σωτῆρος οἰκονομίαν·
ὅτι Θεὸς ὢν, διὰ φιλανθρωπίαν ἄνθρωπος γέγονεν·
οὐ τὴν προαιώνιον ἀξίαν ἀποθέμενος,
ἀλλὰ τὴν σωτηρίαν οἰκονομίαν ἐνδυσάμενος·
εὐαγγελίζεται ἡμῖν τὴν πολυύμνητον τοῦ Σωτῆρος οἰκονομίαν, ὅτι τοῖς κάμνουσιν ἰατρὸς ἐπεδήμησεν,
οὐ φαρμάκοις θεραπεύων,
ἀλλὰ νεύματι φιλανθρωπίας ἰώμενος.
Εὐαγγελίζεται ἡμῖν τὴν πολυύμνητον τοῦ Σωτῆρος οἰκονομίαν·
ὅτι τοῖς πεπλανημένοις ἡ ὁδὸς τῆς σωτηρίας ἀνεδείχθη,
τοῖς ἀπεγνωσμένοις ἡ σωτήριος χάρις, διαφόρως πάντας εὐεργετοῦσα, τοὺς πεπλανημένους ἀναζητοῦσα, τοὺς ἐσκοτισμένους φωτίζουσα, τοὺς τεθανατωμένους ζωοποιοῦσα, τοὺς δούλους ἐλευθεροῦσα, τοὺς αἰχμαλώτους ἐξαγοράζουσα, καὶ τοῖς πᾶσιν ἡμῖν τὰ πάντα γέγονεν,
ἡ ὁδὸς σωτηρίας·
οὐ διὰ τὴν ἡμετέραν εὐγνωμοσύνην, ἀλλὰ διὰ τὴν αὐτῷ τῷ εὐεργέτῃ πρέπουσαν ἀγαθότητα.
Πάντα γὰρ ἐποίησεν ὁ Σωτὴρ, οὐχ ἵνα ἑαυτῷ ἀρετὴν πραγματεύσηται, ἀλλ' ἵνα ἡμῖν περιποιήσηται ζωὴν τὴν αἰώνιον.
Ἐν εἰκόνι γὰρ Θεοῦ διαπλάσας τὸν ἄνθρωπον,
ἐν παραδείσῳ τρυφῆς προσέταξεν διάγειν·
οὗτος δὲ φθόνῳ διαβόλου ἀπατηθεὶς, καὶ τῆς θείας ἐντολῆς παραβάτης γενόμενος, ὑπόδικος γέγονε θανάτου.
Ὅθεν καὶ οἱ ἐξ αὐτοῦ τικτόμενοι, κατὰ διαδοχὴν τῷ πατρικῷ χρέει ὑπέκειντο, τῆς καταδίκης τὸ λογοθέσιον ἀπῃτημένοι.
Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως.
Ὁ δὲ φιλάνθρωπος Κύριος, ἰδὼν τὸ πλάσμα τὸ ἴδιον ὑπὸ τοῦ θανάτου κρατούμενον, οὐκ εἰς τέλος ἀπεστράφη, ὃν κατ' εἰκόνα ἐποίησεν·
ἀλλὰ καθ' ἑκάστην γενεὰν ἐπισκεπτόμενος, οὐ διέλειπεν·
καὶ πρώην μὲν ἐν τοῖς Πατράσιν ὀπτανόμενος, καὶ ἐν νόμῳ κηρυττόμενος, καὶ ἐν προφήταις ὁμοιούμενος, τὴν σωτήριον οἰκονομίαν προεμήνυεν.
Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τῶν καιρῶν τῆς ἐνδόξου παρουσίας αὐτοῦ, τὸν ἀρχάγγελον Γαβριὴλ πρὸς τὴν Παρθένον Μαριὰμ εὐαγγελιζόμενον προαπέσταλκεν.
Ὁ δὲ, ἀπὸ τῶν ἀφράστων ἄνω δυνάμεων πρὸς τὴν ἁγίαν Παρθένον παραγενόμενος, πρῶτον, τὸ, Χαῖρε, κεχαριτωμένη, αὐτῇ προσεφώνησεν·
τῆς δὲ φωνῆς, τοῦ Χαῖρε, κεχαριτωμένη, πρὸς αὐτὴν γενομένης διὰ τῆς ἀκοῆς εἰσῆλθεν τὸ Πνεῦμα τὸ ἅγιον εἰς τὸν ἀμίαντον ναὸν τῆς Παρθένου·
καὶ ἡγιάσθη ἡ ἔννοια σὺν τοῖς μέλεσι·
καὶ ἔστη ἡ φύσις ἄντικρυς, καὶ ἡ συνουσία πόῤῥωθεν, μετὰ θάμβους θεωροῦσαι τὸν ∆εσπότην τῆς φύσεως παρὰ φύσιν, μᾶλλον δὲ ὑπὲρ φύσιν πρᾶγμα θαυματουργοῦντα ἐν τῷ σώματι·
καὶ δι' ὧν ὅπλων ὁ διάβολος ἠγωνίζετο, διὰ τῶν ἐναντίων ὁ Χριστὸς ἡμᾶς ἔσωσεν, ἀναλαβὼν τὸ ὁμοιοπαθὲς ἡμῖν σῶμα, ἵνα τῷ λείποντι μείζονα χάριν δωρήσηται.
Καὶ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Πρεπόντως δὲ ἡ χάρις πρὸς τὴν ἁγίαν Παρθένον ἀπέσταλται.
Οὕτως γὰρ καὶ περιέχει τῆς εὐαγγελικῆς ἱστορίας τὸ λόγιον·
Τῷ μηνὶ δὲ τῷ ἕκτῳ, ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς ∆αβίδ·
καὶ τὸ ὄνομα τῆς παρθένου, Μαριὰμ, καὶ τὰ λοιπά.
Πρῶτος δὲ μὴν οὗτος πρὸς τὴν ἁγίαν Παρθένον·
καθώς φησιν ἐν τῇ νομικῇ βίβλῳ·
Ὃ μὴν οὗτος ὑμῖν, ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν, ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ.
Πάσχα ἅγιον ἑορτάσατε τῷ Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν.
Ἕκτος δὲ μὴν πρὸς Ζαχαρίαν.
Εἰκότως δὲ ἡ ἁγία Παρθένος ἐκ γένους ∆αβὶδ ἐτύγχανεν, καὶ τὴν Βηθλεὲμ πατρίδα ἐκέκτητο, καὶ τῷ Ἰωσὴφ κατὰ νόμους συγγενείας δικαίως ἐμεμνήστευτο.
Καὶ φύλαξ ἦν ὁ μνήστωρ, καὶ ὁ ἀφθαρσίας ἀκηράτου σύνοικος.
Καὶ τῇ ἁγίᾳ Παρθένῳ λίαν πρέπον ὄνομα.
Μαρία γὰρ ἐκέκλητο·
ὅπερ δὴ φωτισμὸς ἑρμηνεύεται.
Τί γὰρ τοῦ φωτὸς τῆς παρθενίας λαμπρότερον;
Ὅθεν καὶ τὰς ἀρετὰς παρθένους ὀνομάζουσιν,
οἱ τὰς οὐσίας αὐτῶν ἀγαθῶς στοχαζόμενοι.
Εἰ δὲ τοσοῦτον ἀγαθὸν, παρθένον ἔχειν καρδίαν,
ἡλίκον ἡ σὰρξ μετὰ τῆς ψυχῆς τὴν παρθενίαν ἀσκήσασα;
Οὕτως καὶ ἡ ἁγία Μαρία ἐν σαρκὶ οὖσα, τὴν ἄφθαρτον πολιτείαν ἐκέκτητο, καὶ τὰ παρὰ τοῦ ἀρχαγγέλου λεχθέντα, πίστει ἐδέχετο.
Καὶ τότε μετὰ σπουδῆς πρὸς τὴν Ἐλισάβετ τὴν συγγενίδα αὐτῆς, εἰς τὴν ὀρεινὴν ἐπορεύετο.
Καὶ εἰσελθοῦσα εἰς τὸν οἶκον τοῦ Ζαχαρία,
ἠσπάσατο τὴν Ἐλισάβετ, μιμησαμένη τὸν ἄγγελον.
Ὡς δὲ ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ αὐτῆς,
καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ.
Οὐκοῦν ἡ φωνὴ τῆς Μαρίας ἐνήργησε, καὶ Πνεύματος ἁγίου τὴν Ἐλισάβετ ἐνέπλησε·
καὶ καθάπερ ἐξ ἀεννάου πηγῆς διὰ τῆς γλώττης ποταμὸν χαρισμάτων, διὰ τῆς προφητείας τῇ συγγενίδι ἐξέπεμψεν·
καὶ τοῖς ποσὶ τοῦ βρέφους τῇ γαστρὶ δεδεμένοις, ἅλλεσθαι καὶ σκιρτᾷν παρεσκεύασεν.
Ὅπερ ἦν χορείας θαύματος σύμβολον.
Ἔνθα γὰρ ἡ κεχαριτωμένη παραγεγένηται,
χαρᾶς τὰ πάντα πεπλήρωται.
Ἀνεφώνησε δὲ φωνῇ μεγάλῃ ἡ Ἐλισάβετ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξὶ,
καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου·
καὶ πόθεν μοι τοῦτο,
ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ;
Εὐλογημένη σὺ ἐν γυναιξί.
Σὺ γὰρ αὐταῖς ἀρχὴ τῆς ἀναπλάσεως γέγονας.
Σὺ παῤῥησίαν ἡμῖν τῆς εἰς παράδεισον εἰσόδου δέδωκας,
καὶ τὴν ἀρχαίαν ὀδύνην ἐδίωξας.
Οὐκέτι γὰρ μετὰ σὲ, τὸ γένος τῶν γυναικῶν ὀνειδίζεται.
Οὐκέτι οἱ κληρονόμοι τῆς Εὔας φοβοῦνται τὴν ἀρχαίαν κατάραν, οὐδὲ τοῦ τοκετοῦ τὴν ὠδῖνα.
Ἐπειδὴ Χριστὸς ὁ τοῦ γένους ἡμῶν Λυτρωτὴς, ὁ Σωτὴρ ὅλης τῆς φύσεως, ὁ πνευματικὸς Ἀδὰμ, ὁ τοῦ χοϊκοῦ τὴν πληγὴν ἰασάμενος ἐκ τῆς ἁγίας γαστρός σου προέρχεται.
Εὐλογημένη σὺ ἐν γυναιξὶ,
καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
Ὁ γὰρ πάντων τῶν ἀγαθῶν φυτουργὸς,
σὸς καρπὸς ἀναδέδεικται.
Λαμπρὰ μὲν ὁρῶμεν καὶ τῆς στείρας τὰ ῥήματα·
λαμπρότερα δὲ πάλιν ἡ ἁγία ἐφθέγξατο Παρθένος,
καὶ ᾠδὴν τῷ Θεῷ εὐχαριστίας, καὶ εὐωδίας,
καὶ θεολογίας γέμουσαν τῷ Θεῷ ἀνατίθησιν·
μετὰ τῶν ἀρχαίων τὰ νέα καταγγέλλουσα·
μετὰ τῶν ἀπ' αἰῶνος τὰ ἐπὶ συντελείᾳ τῶν αἰώνων κηρύττουσα, καὶ ἐν βραχεῖ τῷ λόγῳ ἀνακεφαλαιωσαμένη τοῦ Χριστοῦ τὰ μυστήρια.
Εἶπεν δὲ Μαριάμ·
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον.
Καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, καὶ τὰ ἑξῆς.
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους αὐτοῦ, καὶ ἧς ἔθετο διαθήκης τῷ Ἀβραὰμ, καὶ τῷ σπέρματι αὐτοῦ, ἕως αἰῶνος.
Θεωρεῖς πῶς ἡ ἁγία Παρθένος, καὶ τὴν πατριαρχικὴν ὑπερέβαλεν τελειότητα, καὶ βεβαιοῖ τὴν πρὸς Ἀβραὰμ τοῦ Θεοῦ διαθήκην, λέγοντος·
Αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι ἀναμέσον ἐμοῦ καὶ σοῦ.
∆ιὸ ἐλθὼν κυροῖ τὴν πρὸς Ἀβραὰμ διαθήκην, μυστικῶς τὸ σημεῖον τῆς περιτομῆς ἀναδεξάμενος, καὶ πλήρωμα νόμου καὶ προφητῶν γενόμενος.
Ταύτης οὖν τῆς προφητείας τὴν ᾠδὴν ἡ ἁγία Θεοτόκος τῷ Θεῷ ἀνέπεμπεν, λέγουσα·
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον.
Καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου, ἐπὶ τῷ Θεῷ σωτῆρί μου.
Ὅτι ἐποίησέν μοι μεγαλεῖα ὁ δυνατὸς, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ Θεοτόκον γὰρ ποιήσας με, πάλιν παρθένον διεφύλαξεν·
καὶ διὰ τῆς ἐμῆς γαστρὸς, πασῶν γενεῶν εἰς ἁγιασμὸν ἀκακεφαλαιοῦται τὸ πλήρωμα.
Πᾶσαν γὰρ ἡλικίαν ηὐλόγησεν, ἀνδρῶν τε καὶ γυναικῶν, νεανίσκων καὶ παίδων, καὶ γερόντων.
Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, ὑπὲρ ἡμῶν, κατὰ τοῦ θανάτου, καὶ κατὰ τοῦ διαβόλου, καὶ τῶν ἡμετέρων ἁμαρτιῶν διαῤῥήξας τὸ χειρόγραφον.
∆ιεσκόρπισεν ὑπερηφάνους διὰ ἐννοίας καρδίας αὐτῶν·
αὐτόν τε τὸν διάβολον διεσκόρπισεν, καὶ πάντας τοὺς ἐκείνῳ στρατεύοντας δαίμονας.
Ἐκεῖνος γὰρ τῇ καρδίᾳ κυρίως ἦν ὑπερήφανος, ἐπειδὴ λέγειν ἐτόλμησεν·
Ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.
Πῶς δὲ νῦν αὐτὸν διέσπασεν, διὰ τῶν ἑξῆς ὁ προφήτης ἐδήλωσεν, εἰπών·
Νῦν δὲ εἰς ᾅδην καταβήσῃ, καὶ πάντα τὰ στρατεύματά σου.
Πανταχοῦ γὰρ τοὺς βωμοὺς αὐτοῦ, καὶ τὰς τῶν ματαίων θεῶν λατρείας διεσκόρπισεν·
καὶ ἐξ ἐθνῶν λαὸν περιούσιον ἑαυτῷ κατεσκεύασεν.
Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς.
Τοιγαροῦν τὴν τῶν Ἰουδαίων ἐκβολὴν, καὶ τὴν τῶν ἐθνῶν εἰσαγωγὴν ἐν ἐπιτόμῳ ἐμήνυσεν.
Ἰουδαίων γὰρ πρεσβύται, καὶ γραμματεῖς ἐν νόμῳ, καὶ οἳ ταῖς λοιπαῖς πρεσβείαις πλουτοῦντες ἐτύγχανον, ὅτιπερ κακῶς τῷ πλούτῳ καὶ τῇ δυναστείᾳ παρανόμως ἐκέχρηντο, ἐντεῦθεν αὐτοὺς ἀπὸ παντὸς θρόνου καθεῖλεν, προφητείας τε καὶ ἱερωσύνης, νομοθεσίας τε καὶ διδασκαλίας, καὶ πατρῴου πλούτου, θυσιῶν τε καὶ πλήθους ἑορτῶν, καὶ τοῦ τῆς βασιλείας ἀξιώματος.
Τούτων ἀπάντων ἐκεῖνοι κενοὶ, καὶ φυγάδες, καὶ γυμνοὶ εἰς αἰχμαλωσίαν ἐξαπεστάλησαν·
ταπεινοὶ δὲ, ἀντ' αὐτῶν, οἱ ἐξ ἐθνῶν λαοὶ, δικαιοσύνην πεινῶντες, ὑψώθησαν·
ἐπειδὴ τὴν ἑαυτῶν ταπείνωσιν, καὶ τὸν συνέχοντα αὐτοὺς τῆς θεογνωσίας λιμὸν ἐπιδείξαντες, τοῦ θείου λόγου, δίκην ψιχίων, καθάπερ Χαναναία, ἐπρέσβευον·
καὶ διὰ τοῦτο, τοῦ πλούτου τῶν θείων μυστηρίων ἐπλήσθησαν·
ὅλον γὰρ τὸν κλῆρον τῶν θείων ἀγαθῶν ὁ ἐκ Παρθένου τεχθεὶς Χριστὸς ὁ Θεὸς ἡμῶν, εἰς τὰ ἔθνη μετατέθηκεν.
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ·
καὶ οὐ τοῦ τυχόντος Ἰσραήλ·
ἀλλὰ τοῦ παιδὸς αὐτοῦ, ὅστις τῷ ἔργῳ ἐξευγενίζει τοῦ Ἰσραὴλ τὴν εὐγένειαν.
Καὶ διὰ τοῦτο, παῖδα καὶ κληρονόμον αὐτὸν ἡ Θεοτόκος ἐκάλεσεν.
Κάμνοντα γὰρ εὐρὼν τῷ γράμματι, καὶ τῷ νόμῳ κοπιῶντα, τῇ χάριτι παρεκάλεσεν·
οὐκοῦν τὸν τοιοῦτον Ἰσραὴλ καλέσας, ἀντελάβετο, μνησθῆναι ἐλέους.
Καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ, καὶ σπέρματι αὐτοῦ, ἕως αἰῶνος.
Ἐν ταύταις δὲ ταῖς ὀλίγαις λέξεσιν, ὅλον τὸ τῆς οἰκονομίας ἀναλαμβάνει μυστήριον.
∆ιασῶσαι γὰρ τὸ γένος τῶν ἀνθρώπων, καὶ τὴν διαθήκην τὴν πρὸς τοὺς πατέρας πληρῶσαι βουλόμενος ὁ Χριστὸς, οὐρανοὺς ποτὲ μὲν ἔκλινεν, καὶ κατέβη.
Οὕτως δὲ ὡς χωροῦμεν ἡμεῖς ἐμφανίζεται, ἴνα ἰδεῖν αὐτὸν, καὶ ψηλαφῆσαι, καὶ ἀκοῦσαι λαλοῦντος ἰσχύσωμεν.
Καὶ διὰ τοῦτο ὁ Θεὸς Λόγος σάρκα καὶ τέλειον ἄνθρωπον ἐκ γυναικὸς ἁγίας Παρθένου ἀναλαβεῖν κατηξίωσεν, καὶ ἐγεννήθη ἄνθρωπος, ἵνα ἐκτίσῃ τὸ ἡμέτερον ὄφλημα, καὶ πληρώσῃ μέχρις ἑαυτοῦ, τῆς πρὸς Ἀβραὰμ διαθήκης, περιτομῆς τε καὶ τῶν ἐφεξῆς νομίμων τὰ ἐντάλματα.
Μετὰ δὲ τοὺς λόγους τούτους, ἡ ἁγία Παρθένος εἰς τὴν Ναζαρὲτ ἐπορεύετο·
ἐκεῖθεν δὲ πάλιν δόγμα Καίσαρος εἰς τὴν Βηθλεὲμ ἀνελθεῖν αὐτὴν παρεσκεύασεν·
αὕτη δὲ ὡς ἀπὸ τῆς βασιλικῆς πατριᾶς προϋπάρχουσα, εἰς τὴν βασιλικὴν τοῦ ∆αβὶδ πατριὰν μετὰ Ἰωσὴφ τοῦ μνηστῆρος ἐστέλλετο.
Καὶ τὸ τοῦ παντὸς ἐπέκεινα θαύματος ἠκολούθει μυστήριον.
Παρθένος τίκτουσα, καὶ χερσὶ βαστάζουσα τὸν ῥήματι πᾶσαν τὴν κτίσιν βαστάζοντα.
Καὶ οὐδὲ τόπος ἦν αὐτοῖς ἐν τῷ καταλύματι.
Τόπον οὐκ εἶχεν ὁ πᾶσαν τῆν γὴν τῷ ῥήματι θεμελιώσας.
Γάλακτι τρέφουσα τὸν πᾶσαν πνοὴν διατρέφοντα, καὶ ζωογονοῦντα.
Σπαργάνοις δεσμοῦσα τὸν λόγῳ πᾶσαν τὴν κτίσιν δεσμεύοντα.
Ἐν φάτνῃ ἀνέκλινεν τὸν ἐπὶ καθέδρας χερουβὶμ ἐποχούμενον.
Φῶς ἐξ οὐρανοῦ περιέλαμπε τὸν πᾶσαν τὴν κτίσιν φωτίσαντα.
Στρατιαὶ οὐράνιαι δοξολογοῦσαι παρίσταντο τῷ πρὸ αἰώνων ἐν οὐρανοῖς δοξαζομένῳ.
Ἀστὴρ δᾳδουχῶν κατεμήνυεν τοὺς ἐκ γῆς πόῤῥωθεν ἐλθόντας πρὸς τὸν ὄντως ἀνατολήν.
Ἐξ Ἀνατολῶν ἥκασι δωροφοροῦντες τῷ δι' ἡμᾶς πτωχεύσαντι·
ἡ δὲ ἁγία Θεοτόκος συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς, ὡς ὅλων τῶν μυστηρίων ὑπάρχουσα δοχεῖον.
Σοῦ μὲν, ὦ παναγία Παρθένε, ἀνώτερος πάσης εὐφημίας ὁ ἔπαινος, διὰ τὸν ἐκ σοῦ Θεὸν σάρκα φορέσαντα, καὶ γεννηθέντα ἄνθρωπον.
Σοὶ πᾶσα φύσις ἐπουρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων σέβας προσφέρει τὸ πρόσφορον.
Σὺ γὰρ ἀληθῶς θρόνος χερουβικὸς ἀναδέδειξαι.
Σὺ ἐν τοῖς ἄκροις τῶν νοητῶν βασιλειῶν, φωτὸς ἀπαύγασμα ἀπαστράπτεις·
ἔνθα δοξάζεται Πατὴρ ὁ ἄναρχος, οὗ τὴν δύναμιν ἔσχες ἐπισκιάζουσαν·
προσκυνεῖται ὁ Υἱὸς, ὃν κατὰ σάρκα σὺ τέτοκας·
δοξολογεῖται Πνεῦμα τὸ ἅγιον, ὅπερ ἐν τῇ γαστρί σου, τὴν γέννησιν τοῦ μεγάλου Βασιλέως ἐνήργησεν.
∆ιὰ σοῦ, κεχαριτωμένη, Τριὰς ἁγία καὶ ὁμοούσιος ἐν τῷ κόσμῳ γνωρίζεται.
Μετὰ σοῦ, καὶ ἡμᾶς καταξίωσον μετασχεῖν τῆς τελείας σου χάριτος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·
μεθ' οὗ, τῷ Πατρὶ δόξα, ἄμα τε τῷ ἁγίῳ Πνεύματι·
νῦν καὶ ἀεὶ, καὶ εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου