Κυριακή 14 Ιανουαρίου 2018

ΜΟΝΟ ΔΙΑ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Η ΑΝΟΔΟΣ ΣΤΟΝ ΘΕΟ (Ἅγ. Γρηγόριος Παλαμᾶς)


Ἀπόσπασμα Λόγου τοῦ Ἁγ. Γρηγορίου τοῦ Παλαμᾶ
Εἰς τὴν πρὸς τὰ ἅγια τῶν Ἁγίων Εἴσοδον τῆς Θεοτόκου

.       (…) Οὐκοῦν αὕτη μόνη μεθόριόν ἐστι κτιστῆς καὶ ἀκτίστου φύσεως καὶ οὐδεὶς ἂν ἔλθοι πρὸς Θεόν, εἰ μὴ δι᾽ αὐτῆς τε καὶ τοῦ ἐξ αὐτῆς τεχθέντος μεσίτου· καὶ οὐδὲν ἂν ἐκ τοῦ Θεοῦ τῶν δωρημάτων, εἰμὴ διὰ ταύτης, γένοιτο καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ὥσπερ γὰρ ἐπὶ τῶν ἐπὶ γῆς λαμπτήρων ὑελίνων ἤ τινος ἑτέρου τῶν διαφανῶν πεποιημένων οὐκ ἔνι πρὸς τὸ φῶς ἰδεῖν οὐδὲ τῆς ἐκεῖθεν ἀκτῖνος μετασχεῖν, εἰμὴ διὰ μέσου τοῦ λαμπτῆρος, οὕτω καὶ πᾶσιν ἀνέφικτος ἡ πρὸς Θεὸν ἀνάνευσις καὶ ἡ παρ᾽ αὐτοῦ πρός τι τῶν ἁπάντων πρόοδος, εἰ μὴ διὰ τῆς θεοφόρου ταύτης καὶ θεαυγοῦς ὡς ἀληθῶς λυχνίας, τῆς Ἀειπαρθένου γένοιτο.

(Ἔτσι εἶναι σὲ ὅλους ἀνέφικτη καὶ ἡ πρὸς τὸν Θεὸ ἀτένιση καὶ ἄνοδος καὶ ἡ ἀπὸ αὐτὸν πρόοδος [προχώρημα, ἔξοδος] πρὸς ὁ,τιδήποτε, παρὰ μόνο ἂν γίνη δι᾽ αὐτῆς τῆς θεοφόρου καὶ θεόφωτης πραγματικῶς λυχνίας, τῆς Ἀειπαρθένου …) (ΕΠΕ, Γρηγορίου Παλαμᾶ Ἔργα, 11, Ὁμιλία ΝΓ´ εἰς τὰ Εἰσόδια)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου