Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου. Ὠδὴ α.' Ἦχος δ.' Ὁ Εἱρμὸς. Ἀνοίξω
τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τη
βασιλίδι Μητρί, καὶ ὀφθήσομαι φαιδρως πανηγυρίζων, καὶ ἄσω γηθόμενος
ταύτης τὰ θαύματα (δίς).
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σὲ Πνεύματι,
Ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ, θεώμενος, ἐπεφώνει σοι, Χαῖρε, χαρας δοχεῖον,
δι' ης τῆς Προμήτορος ἀρὰ λυθήσεται.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Ἀδὰμ ἐπανόρθωσις, χαῖρε, Παρθένε Θεόνυμφε, τοῦ
Ἄδου ἡ νέκρωσις, χαῖρε, Πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως.
χαῖρε, θρόνε πύρινε τοῦ Παντοκράτορος,
Δόξα...Ρόδον
τὸ ἀμάραντον, χαῖρε, ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε, ἡ
τέξασα, τὸ ὀσφράδιον τοῦ πάντων Βασιλέως, χαῖρε, ἀπειρόγαμε, κόσμου
διάσωσμα.
Καὶ
νυν...Ἁγνείας θησαύρισμα, χαῖρε, δι' ἦς ἐκ τοῦ πτώματος ἡμῶν
ἐξανέστημεν, χαῖρε, ἡδύπνοον κρίνον, Δέσποινα, πιστοὺς εὐωδιάζον,
θυμίαμα εὔοσμον, μύρον πολύτιμον.
Ὠδὴ γ' Ὁ Εἱρμὸς.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ως ζωσα καὶ ἄφθονος πηγή, θίασον
συγκροτήσαντας πνευματικὸν, στερέωσον, καὶ εν τη θεία δόξη σου στεφάνων
δόξης ἀξίωσον (δίς).
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος
σαφῶς, χαῖρε, ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε, τοῦ ζῶντος
ὕδατος πηγὴ ἀκένωτος, Δέσποινα.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα τὸν ἄμωμον, χαῖρε,
τοις πιστοις, χαῖρε, ἀμνὰς, Κυήσασα Θεοῦ ἀμνὸν, τὸν αἴροντα κόσμου
παντὸς τὰ πταίσματα, χαῖρε, θερμὸν ἱλαστήριον.
Δόξα...Ὄρθρος
φαεινὸς, χαῖρε, ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον,
χαῖρε, τὸ σκότος λύσασα καὶ τοὺς ζοφώδεις δαίμονας ὁλοτελῶς ἐκμειώσασα.
Καὶ
νυν...Χαῖρε, πύλη μόνη, ἣν ὁ Λόγος διώδευσε μόνος, ἡ μοχλούς καὶ πύλας
Ἄδου, Δέσποινα, τῶ τόκω σου συντρίψασα, χαῖρε, ἡ θεία εἴσοδος τῶν
σωζομένων, Πανύμνητε.
Ὠδὴ δ' Ὁ Εἱρμὸς.
Ὅ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφη ἦλθεν Ἰησοῦς ὁ
ὑπέρθεος τη ἀκηράτω παλάμη καὶ διέσωσε τοὺς κραυγάζοντας. Δόξα, Χριστέ,
τη δυνάμει σου. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐν φωναῖς ἀσμάτων πίστει
σοὶ βοῶμεν, Πανύμνητε, Χαῖρε, πῖον ὄρος καὶ τετυρωμένον ἐν Πνεύματι,
χαῖρε, λυχνία καὶ στάμνε, μάννα φέρουσα, τὸ γλυκαῖνον τὰ τῶν εὐσεβῶν
αἰσθητήρια.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Ἱλαστήριον τοῦ κόσμου, χαῖρε, ἄχραντε Δέσποινα,
χαῖρε κλῖμαξ γῆθεν πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως ἡ
μετάγουσα ἐκ θανάτου πάντας πρὸς ζωήν τοὺς ὑμνουντάς σε.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Οὐρανῶν ὑψηλοτέρα, χαῖρε, γης τὸ θεμέλιον ἐν τῇ σὴ
νηδύι, Ἄχραντε, ἀκόπως βαστάσασα, χαῖρε, κογχύλη, πορφύραν θείαν βάψασα
ἐξ αἱμάτων σου τῶ Βασιλεῖ τῶν Δυνάμεων.
Δόξα...Νομοθέτην
ἡ τεκοῦσα, ἀληθῶς, χαῖρε, Δέσποινα, τὸν τὰς ἀνομίας πάντων δωρεὰν
ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄρρητον, ἀπειρόγαμε, δι' ἦς ἡμεῖς
ἐθεώθημεν.
Καὶ
νυν...Σὲ τὴν πλέξασαν τῶ κόσμω ἀχειρόπλοκον στέφανον ἀνυμνολογοῦμεν,
Χαιρέ σοι, Παρθένε, κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα καὶ
κραταίωμα καὶ ἱερὸν καταφύγιον.
Ὠδὴ ε.' Ὁ Εἱρμὸς.
Ἐξέστη τὰ σύμπαντα ἐπὶ τη θεία δόξη σου, σὺ γάρ, ἀπειρόγαμε Παρθένε,
ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοὶς
ὑμνουσί σε σωτηρίαν βραβεύοντα.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Ὁδὸν ἡ κυήσασα ζωῆς, χαῖρε, Πανάμωμε, ἡ
κατακλυσμοῦ τῆς ἁμαρτίας σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ
λάλημα φρικτόν, χαῖρε, ἐνδιαίτημα τοῦ Δεσπότου τῆς κτίσεως.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε
ἁγιάσματος τῆς δόξης, νέκρωσις Ἄδου, νυμφών ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων
χαρμονή, χαῖρε, ἡ βοήθεια τῶν πιστῶς δεομένων σου.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Πυρίμορφον ὄχημα τοῦ Λόγου, χαῖρε, Δέσποινα,
ἔμψυχε Παράδεισε, τὸ ξύλον ἐν μέσῳ ἔχων ζωῆς, τὸν Κύριον, οὗ ὁ γλυκασμὸς
ζωοποιεῖ πίστει τοὺς μετέχοντας καὶ φθορα ὑποκύψαντας.
Δόξα...Ρωννύμενοι
σθένει σου, πιστῶς ἀναβοώμέν σοι, Χαῖρε, πόλις τοῦ Παμβασιλέως,
δεδοξασμένα καὶ ἀξιάκουστα περὶ ης λελάληνται σαφῶς, ὄρος ἁλατόμητον,
χαῖρε, βάθος ἀμέτρητον.
Καὶ
νυν...Εὐρύχωρον σκήνωμα τοῦ Λόγου, χαῖρε, Ἄχραντε, κόχλος ἡ τόν θεῖον
μαργαρίτην προαγαγοῦσα, χαῖρε, Πανθαύμαστε, πάντων πρὸς Θεὸν καταλλαγὴ
τῶν μακαριζόντων σε, Θεοτόκε, ἑκάστοτε.
Ὠδὴ ς'. Ὁ Εἱρμὸς.
Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς
Θεομήτορος, δεῦτε τὰς χειρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν
δοξάζοντες.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων
θεώσεως, χαῖρε, Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε, τῶν Ἀποστόλων
τὸ ἐγκαλλώπισμα.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε φλογμὸν πολυθεΐας ἡ
λύσασα, ὅθεν βοωμέν σοί, Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεών, Παρθένε,
προεθεάσατο.
Δόξα...Ἰδοὺ
σοὶ, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι, καὶ Ὁρμητήριον,
ἐν τῷ πελάγει τῶν θλίψεων καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.
Καὶ
νυν...Χαρας αἰτία, χαρίτωσον ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι,
Χαῖρε ἡ ἄφλεκτος βᾶτος, νεφέλη ολόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως
ἐπισκιάζουσα.
Ὠδὴ ζ.' Ὁ Εἱρμὸς.
Οὐκ ἐλάτρευσαν τη κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα. ἀλλὰ πυρὸς
ἀπειλήν ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, Ὁ τῶν
Πατέρων Κύριος, καὶ Θεὸς, εὐλογητὸς εἶ.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Ἀνυμνουμέν σε βοῶντες. Χαῖρε, ὄχημα Ἠλίου τοῦ
νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον ἡ γεωργήσασα, οἶνον
στάζρντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα τῶν πιστῶς σὲ δοξαζόντων.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Ἰατήρα, τῶν ἀνθρώπων ἡ κυήσασα, χαῖρε, Θεόνυμφε, η
ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον ἡ ἐξανθήσασα, χαῖρε, Δέσποινα, δι'
ἦς χαρας πληρούμεθα καὶ ζωὴν κληρονομοῦμεν.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Ῥητορεύουσα οὐ σθένει γλῶσσα, Δέσποινα,
ὑμνολογησαί σε, ὑπὲρ γὰρ τὰ Σεραφείμ ὑψώθης κυήσασα τὸν Βασιλέα Χριστόν,
ὃν ἱκέτευε πάσης νυν βλάβης ῥύσασθαι τοὺς πιστῶς σὲ προσκυνοῦντας.
Δόξα...Εὐφημεῖ
σε μακαρίζοντα τὰ πέρατα καὶ ἀνακράζει σοι. Χαῖρε, ὁ τόμος ἐν ὧ,
δακτύλῳ ἐγγέγραπται Πατρὸς ὁ Λόγος, Ἁγνή, ὃν ἱκέτευε βίβλω ζωῆς τους
δούλους σου καταγράψαι, Θεοτόκε.
Καὶ
νυν...Ικετεύομεν οἱ δουλοί σου καὶ κλίνομεν γόνυ καρδίας ἡμῶν. Κλῖνον
τὸ οὖς σου, Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι βυθιζόμενους ἡμᾶς, καὶ
συντήρησον πάσης ἐχθρῶν ἁλώσεως τὴν σὴν Πόλιν, Θεοτόκε.
Ὠδὴ η'. Ὁ Εἱρμὸς.
Παιδας εὐαγεῖς ἐν τῇ καμίνω ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν
τυπούμενος. νὺν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει
ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς
αἰῶνας.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Νηδὺϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα
ἐβάστασας, γάλακτι ἐξέθρεψας νεύματι τὸν τρέφοντα τὴν οἰκουμένην ἅπασαν,
Ἁγνὴ, ὧ ψάλλομεν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Μωσης κατενόησεν ἐν βάτῳ τὸ μέγα μυστήριον τοῦ
τόκου σου. Παῖδες προεικόνισαν τοῦτο ἐμφανέστατα, μέσον πυρὸς ἱστάμενοι
καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας
τοὺς αἰῶνας.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Οἱ πρώην ἀπάτη γυμνωθέντες στολὴν ἀφθαρσίας
ἐνεδύθημεν τη κυοφορία σου, καὶ οἱ καθεζόμενοι ἐν σκότει παραπτώσεων φῶς
κατωπτεύσαμεν, φωτὸς κατοικητήριον, Κόρη, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας
τοὺς αἰῶνας.
Δόξα...Νεκροὶ
διὰ σοῦ ζωοποιοῦνται, ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱ
ἄλαλοι πρώην χρηματίζοντες, λεπροὶ ἀποκαθαίρονται, νόσοι διώκονται,
πνευμάτων ἀερίων τὰ πλήθη ἥττηνται, Παρθένε, βροτων η σωτηρία.
Καὶ
νυν...Ἡ κόσμω τεκοῦσα σωτηρίαν, δι' ης ἀπὸ γης εἰς ὕψος ἤρθημεν,
χαίροις, Παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα τῶν
μελωδούντων, Ἁγνή. Τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς
πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'. Ὁ Εἱρμὸς.
Ἅπας γηγενής σκιρτάτω, τῶ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ
ἀϋλων Νόων φύσις γεραίρουσα τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ
βοάτω. Χαιροις, παμμακάριστε Θεοτόκε, Ἁγνή, ἀειπάρθενε.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Ἴνα σοι πιστοί τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ
τῆς χαρᾶς μέτοχοι γενόμενοι τῆς ἀιδίου, ῥυσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς
ἁλώσεως καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη, παραπτώσεων, ἐπιούσης
βροτοις ἁμαρτάνουσιν.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Ὤφθης φωτισμός ἡμῶν καὶ βεβαίωσις, ὅθεν βοωμέν
σοί. Χαῖρε, ἄστρον ἄδυτον, εἰσάγον κόσμω τὸν μέγαν Ἥλιον, χαῖρε, Ἐδὲμ
ἀνοίξασα τὴν κεκλεισμένην, Ἁγνή, χαῖρε, στῦλε πύρινε, εἰσάγουσα εἰς τὴν
ἄνω ζωὴν τὸ ἀνθρώπινον.
Ὑπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. Στῶμεν εὐλαβῶς ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν.
Χαῖρε, κόσμου Δέσποινα, χαῖρε, Μαρία, Κυρία πάντων ἡμῶν, χαῖρε, η μόνη
ἄμωμος ἐν γυναιξὶ καὶ καλή, χαῖρε, σκεῦος, μύρον τὸ ἀκένωτον ἐπὶ σὲ
κενωθὲν εἰσδεξάμενον.
Δόξα...Ἡ
περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε, ἀειπάρθενε. Ὁσίων πάντων,
χαῖρε, τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε, ἁπάντων τε τῶν Δικαίων
θεῖον ἐγκαλλώπισμα καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.
Καὶ
νυν...Φεῖσαι ὁ Θεός τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν πάσας
παραβλέπων νυν, εἰς τοῦτο ἔχων ἐκδυσωπουσάν σε τὴν ἐπὶ γῆς ἀσπόρως σε
κυοφορήσασαν, διὰ μέγα ἔλεος θελήσαντα μορφωθῆναι, Χριστέ, τὸ ἀλλότριον.
Ὁ Χορὸς ψάλλει. Ἦχος γ'.
Τὴν ὡραιότητα τῆς Παρθενίας σου καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου ὁ
Γαβριὴλ καταπλαγείς, ἐβόα σοὶ, Θεοτόκε, Ποιόν σοι ἐγκώμιον, προσαγάγω
ἐπάξιον; τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ, ὡς προσετάγην, βοῶ
σοί, Χαῖρε, ἡ Κεχαριτωμένη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου