Πέμπτη 3 Αυγούστου 2017

Για την Κοίμηση της Θεοτόκου Ιερού Δαμασκηνού


003«Ἐντεῦθεν οὐ θάνατον τὴν ἱερὰν σου μετάστασιν λέξομαι, ἀλλὰ κοίμησιν ἢ ἐνδημίαν. Ἐκδημοῦσα γὰρ τῶν τοῦ σώματος, ἐνδημεῖς πρὸς τὰ κρείττονα... ὢ θαύματος ὄντως ὑπερφυοῦς! ὢ πραγμάτων ἐκπλήξεως. Ὁ πάλαι βδελυκτὸς καὶ μισούμενος θάνατος, καὶ εὐφημεῖται καὶ μακαρίζεται. Ὁ πάλαι πένθους καὶ κατηφείας, δακρύων τε καὶ σκυθρωπότητος πρόξενος, νῦν χαρᾶς ἀναδέδεικται καὶ πανηγύρεως αἴτιος.
»Τὸ θεῖον (δὲ) σῶμα καὶ ἱερὸν καὶ πανάμωμον, καὶ τῆς θείας εὐωδίας ἀνάπλεον, ἡ ἀφθονος κρήνη τῆς χάριτος, ἐν τῷ τάφῳ τεθέν, εἴτα πάλιν ἀναρπασθὲν πρὸς κρείττονα χῶρον καὶ ὑψηλότερον. Οὐκ ἀφῆκε (δὲ) τὸν τάφον ἀγέραστον, ἀλλὰ μεταδίδοσι μὲν τῆς θείας εὐωδίας καὶ χάριτος πηγὴν δὲ τῶν ἰαμάτων καὶ πάντων τῶν ἀγαθῶν τοῖς πίστει προσιοῦσι τὸ μνῆμα κατέλιπε».
(Ἰ. Δαμασκηνοῦ, P.G. τ. 96 σ.716 – 720)
«Σαράντα Εικόνες της Παναγίας», Αρχ. Νεκταρίου Ζιόμπολα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου