Παρασκευή, 15 Ιανουαρίου 2016

ΚΑΝΩΝ ΤΗΣ ΠΑΝΑΓΙΑΣ





Ωδήν επινίκιον άσωμεν πάντες Θεώ τω ποιήσαντι θαυμαστά τέρατα, βραχίονι υψηλώ και σώσαντι τον Ισραήλ ότι δεδόξασται.

Υπεραγία Θεοτόκε σώσον ημάς
Ωδή παρακλήσεως τη Θεοτόκω, πιστοί προσενέγκωμεν, ιλασμόν αιτούμενοι, των εγκλημάτων ημών, και του εχθρού αποφυγήν και σωτηρία ψυχών.

Υπεραγία Θεοτόκε σώσον ημάς
Ελέους την άβυσσον η τετοκυία, ελέησον οίκτειρον, την εμήν ασθένειαν θεοχαρίτωτε, και χειραγώγησον προς φως της κατανύξεως.

Υπεραγία Θεοτόκε σώσον ημάς
Υψώθην ο άθλιος τη απονία, αρθείς το φρονήματι, και εις βόθρον πέπτωκα των παραπτώσεων˙ τη μετανοία με αγνή, πάλιν ανόρθωσον.

Υπεραγία Θεοτόκε σώσον ημάς
Μυρίοις εγκλημασιν αμαρτημάτων, βαρούμενος άχραντε, σοι προσπίπτω δέξαι με, μετανοούντα θερμώς, και ιλεών μοι τον κριτήν, ποίησον Δέσποινα

Υπεραγία Θεοτόκε σώσον ημάς
Ο θρόνος ο του Θεού, των Χερουβίμ ο υπέρτερος˙ νεφέλη του φωτός, ψυχής μου τα όμματα, Παναγία φώτισον, και παθών αχλύος, την καρδία μου καθάρισον.

Υπεραγία Θεοτόκε σώσον ημάς
Η μήτηρ του λυτρωτού˙ και των κτισμάτων βασίλισσα, αιχμαλωσίας δεινή, ληφθέντα με λύτρωσαι, Μαρία Πανάμωμε˙ και της βασιλείας, του υιού σου καταξίωσον.

Υπεραγία Θεοτόκε σώσον ημάς
Η κλήσις σου αληθώς, ψυχών υπάρχει καθάρσιον˙ και ρυπαρών λογισμών, εστιν ελατήριον, και φυγαδευτήριον, πονηρών πνευμάτων, Θεοτόκε αειπάρθενε.

Υπεραγία Θεοτόκε σώσον ημάς
Ασμάτων άσμα συ ει, Θεοχαρίτωτε Δέσποινα˙ Αγγέλων η καλλονή˙ βροτών η ανάπλασις˙ Θεόν γαρ εγέννησας, σεσωματωμένον, τον τας φύσεις μεταλάττοντα.

Υπεραγία Θεοτόκε σώσον ημάς
Θυγατέρες σπεύσατε, της Αγίας Ιερουσαλήμ, θεάσασθαι μορφήν, νύμφης ευκλεούς, Μαρίαν την άχραντον, και ευσεβώς άσατε αυτή˙ χαίρε Πανύμνητε, Θεοτόκε η χαρά ημών.

Υπεραγία Θεοτόκε σώσον ημάς
Εκλεκτή ευπρόσδεκτως ανεδείχθης όλη τω Θεώ˙ ως κρίνον ανθηρόν μέσον ακανθών˙ αφ' ων σε οσφράδιον Παρθενικόν, εύρεν εαυτώ, και σε ανέδειξε, προστασία των τιμώντων σε.

Δόξα Πατρί και Υιώ και Άγιω Πνεύματι
Νάρδος αποστάζουσα, αρωμάτων άφθορε σεμνή˙ καλή εν γυναιξίν, ώφθης αληθώς˙ ωραία η όψις σου και η φωνή πλήρης αγαθών˙ λύτρον γαρ έτεκες, των πταισμάτων τοις υμνούσι σε.

Και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Η ψυχή μου Δέσποινα, εκολλήθη όλη ψαλμικώς, οπίσω σου τοιγαρούν σου η δεξιά, εμού αντιλάβοιτο εκδυσωπώ, σώζουσα με νυν, και περιέπουσα, και φρουρούσα και σκεπάζουα.

Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον. Ανατολή, όνομα αυτώ, ον μεγαλυνοντες, την Παρθένον μακαρίζομεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου